Add parallel Print Page Options

24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. 25 ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. 26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν [a]γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· 27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ [b]ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.

28 Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· 29 κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, 30 ἵνα [c]ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου [d]ἐν τῇ βασιλείᾳ μου, καὶ [e]καθήσεσθε ἐπὶ θρόνων [f]τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραήλ.

31 [g]Σίμων Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· 32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας [h]στήρισον τοὺς ἀδελφούς σου. 33 ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. 34 ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ [i]φωνήσει σήμερον ἀλέκτωρ [j]ἕως τρίς [k]με ἀπαρνήσῃ εἰδέναι.

35 Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. 36 εἶπεν [l]δὲ αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων [m]πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ [n]ἀγορασάτω μάχαιραν. 37 λέγω γὰρ ὑμῖν [o]ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ [p]τὸ περὶ ἐμοῦ τέλος ἔχει. 38 οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν.

39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ [q]μαθηταί. 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· Πάτερ, εἰ βούλει [r]παρένεγκε [s]τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν [t]γινέσθω. 43 [u]ὤφθη δὲ αὐτῷ ἄγγελος [v]ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν. 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· [w]καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν. 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν [x]κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:26 γινέσθω WH Treg NIV ] γενέσθω RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:27 ἐν μέσῳ ὑμῶν εἰμι WH Treg NIV ] εἰμι ἐν μέσῳ ὑμῶν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἔσθητε WH Treg NIV ] ἐσθίητε RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 ἐν τῇ βασιλείᾳ μου WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 καθήσεσθε NIV Treg ] καθῆσθε WH; καθίσεσθε RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:30 τὰς … φυλὰς κρίνοντες WH NIV ] κρίνοντες τὰς … φυλὰς Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:31 Σίμων WH NIV ] Εἶπεν δὲ ὁ κύριος Σίμων Treg RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:32 στήρισον WH Treg NIV ] στήριξον RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 φωνήσει WH Treg NIV ] μή φωνήσῃ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 ἕως WH Treg NIV ] πρὶν ἢ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:34 με ἀπαρνήσῃ εἰδέναι WH Treg NIV ] ἀπαρνήσῃ μή εἰδέναι με RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 δὲ WH Treg NIV ] οὖν RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 πωλησάτω WH Treg NIV ] πωλήσει RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:36 ἀγορασάτω WH Treg NIV ] ἀγοράσει RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:37 ὅτι WH Treg NIV ] + ἔτι RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:37 τὸ WH Treg NIV ] τὰ RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:39 μαθηταί WH Treg NIV ] + αὐτοῦ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 παρένεγκε WH Treg NIV ] παρενεγκεῖν RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 τοῦτο τὸ ποτήριον WH Treg NIV ] τὸ ποτήριον τοῦτο RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:42 γινέσθω WH Treg NIV ] γενέσθω RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:43 ὤφθη δὲ … ἐπὶ τὴν γῆν. Treg NIV RP ] [[WH]]
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:43 ἀπ᾽ NIV RP ] ἀπὸ τοῦ [[WH]] Treg
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:44 καὶ ἐγένετο [[WH]] NIV ] ἐγένετο δὲ Treg RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 22:45 κοιμωμένους αὐτοὺς WH Treg NIV ] αὐτοὺς κοιμωμένους RP